Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 103
Dioscurides Pedianus, De materia medica 103-2
Not analysed yet
103 βαλλντή· οἱ δὲ μελαμπράσιον καλοῦσι. καυλούὺς ἀνίησι τετραγώνους, μέλανας, ὑποδάσεις, ἐκ μιᾶς ῥίζης πλείονας· φύλλα δὲ πρασίῳ ὅμοια, μείζονα δὲ καὶ στρογγυλώτερα καὶ μέλανα καὶ δασέα ἐκ διαστημάτων τοῦ καυλοῦ, παραπλήσια μελισσοφύλλῳ, δυσώδη, ὅθεν καὶ τοῦτό τινες μελισσόφυλλον ἐκάλεσαν· καὶ τὰ ἄνθη δὲ περίκειται τοῖς καυλοῖς τροχοειδῶς|. ταύτης τὰ φύλλα καταπλασσόμενα μεθ᾿ ἁλῶς ποιεῖ πρὸς τὰ κυνόδηκτα· μαρανθέντα δὲ ἐν θερμοσποδιᾷ κονδυλώματα στέλλει, ῥυπαρά τε ἕλκη σὺν μέλιτι ἀνακαθαίρει.