Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 102
Dioscurides Pedianus, De materia medica 102
Not analysed yet
102 στρατιώτης ὁ χιλιόφυλλος· ἔστι θαμνίσκος μικρός, σπιθαμιαῖος ἢ καὶ μείζων, ἔχων τὰ φύλλα ὅμοια νεοττοῦ πτερῷ· εἰσὶ δὲ αἱ ἐκφύσεις τῶν φύλλων σφόδρα βραχεῖαι, ἐσχισμέναι, ἔοικε δὲ μάλιστα τὰ φύλλα τῇ βραχύτητι κυμίνῳ ἀγρίῳ, καὶ ἔτι βραχύτερα, καὶ τὸ σκιάδιον δέ· πυκνότερον δὲ τοῦτο καὶ ἁδρότερον· ἔχει γὰρ ἐπʼ ἄκρου καρφία μικρά, ἐφʼ ὧν τὰ σκιάδιά ἐστιν ἀνήθου τρόπον, ἄνθη μικρά, λευκά. φύεται δὲ ἐν τόποις ἀργοῖς, ὑποτραχέσι καὶ μάλιστα περὶ τὰς ὁδούς. ἐστι δὲ ἡ βοτάνη αὕτη σφόδρα ἀγαθὴ πρὸς αἱμορραγίαν καὶ ἕλκη παλαιὰ καὶ πρόσφατα καὶ σύριγγας.