Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 104
Dioscurides Pedianus, De materia medica 104-2
Not analysed yet
104 Αἰθιοπίς· καὶ αὕτη παραπλήσια φύλλα ἔχει φλόμῳ, δασέα δὲ λίαν καὶ πυκνά, κύκλῳ περὶ τὸν πυθμένα τῆς ῥίζης, καυλὸν τετράγωνον, τραχὺν καὶ παχύν, ἐοικότα μελιτταίνῃ ἀρκτίῳ, μασχάλας ἀνιέντα πολλάς· καρπὸν δὲ περὶ μέγεθος ὀρόβου, σύνδυο ἐν ἐνὶ ἀγγείῳ, ῥίζας ἀπὸ τοῦ αὐτοῦ πυθμένος πολλάς, μακράς, παχείας, γευομένῳ κολλώδεις· γίνονται δὲ ξηραινόμεναι μέλαιναι καὶ σκληραί, κέρασιν ἐοικυῖαι. πλείστη δὲ γεννᾶται κατὰ τὴν Μεσσηνίαν καὶ τὴν Ἴδην. ταύτης ἡ ῥίζα ἑψομένη καὶ πινομένη βοηθεῖ ἰσχιάδι, πλευρίτιδι, αἵματος πτύσει καὶ ἀρτηρίας τραχύτητι· λαμβάνεται δὲ μετὰ μέλιτος ἀντὶ ἐκλεικτοῦ.