Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 105
Dioscurides Pedianus, De materia medica 105
Not analysed yet
105 ἄρκτιον, οἱ δὲ ἀρκτοῦρον. φλόμῳ καὶ αὕτη ἔχει τὰ φύλλα ἐοικότα, δασύτερα δὲ καὶ στρογγυλώτερα, ῥίζαν ἁπαλήν, λευκήν, γλυκεῖαν· καυλὸν δὲ μακρόν, μαλακόν, καρπὸν κυμίνῳ μικρῷ ὅμοιον. ταύτης ἡ ῥίζα καὶ ὁ καρπὸς ἀφεψηθέντα ἐν οἴνῳ ὀδονταλγίας διακρατούμενα πραύνει καὶ πυρικαύτων καὶ χιμέτλης ἐστὶ κατάντλημα· πίνεται δὲ καὶ πρὸς ἰσχιάδα καὶ δυσουρίαν ἐν οἴνῳ.