Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 105, Chapter 106, Chapter 109
Dioscurides Pedianus, De materia medica 105.106.109.1
Not analysed yet
109 θέρμος ὁ ἥμερος γνώριμος, οὖ τὸ ἄλευρον σὺν μέλιτι ἐκλειχόμενον ἢ μετὰ ἄξους πινόμενον ἔλμινθας φθείρει. καὶ αὐτοὶ δὲ ἀποβραχέντες καὶ ἔμπικροι ἐσθιόμενοι τὸ αὐτὸ δρῶσι, καὶ τὸ ἀφέψημα ⟨δὲ〉 αὐτῶν τὸ αὐτὸ ποιεῖ μετὰ πηγάνου ποθὲν καὶ πεπέρεως, καὶ σπληνικούς ὠφελεῖ, ἐπάντλημά τε γαγγραίνης, θηριωμάτων, ψώρας ἀρχομένης, ἀλφῶν, σπίλων, ἐξανθημάτων, ἀχώρων· τὸ δʼ αὐτὸ καὶ καταμηνίων καὶ ἐμβρύων ἐπισπαστικὸν μετὰ θμύρνης καὶ μέλιτος ἐν προσθέτῳ. καθαίρει δὲ τὸ ἄλευρον χρῶτα καὶ πελιώματα, καὶ φλεγμονὰς πραύνει σὺν ὕδατι καὶ ἀλφίτῳ, σὺν ὄξει δὲ ἰσχιάδας παρηγορεῖ καὶ φύματα.