Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 106
Dioscurides Pedianus, De materia medica 106
Not analysed yet
106 στάχυς· θάμνος ἐμφερὴς πρασίῳ, ὑπομηκέστερα δὲ καὶ πλεῖστα φυλλάρια ἔχων ὑποδάσεα, σκληρά, εὐώδη, λευκά· ῥαβδία δὲ πλείονα ἀπὸ τῆς αὐτῆς ῥίζης, λευκότερα τῶν τοῦ πρασίου· φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι τόποις. δύναμιν δὲ ἔχει θερμαντικήν, δριμεῖαν, ὅθεν τὸ ἀπόζεμα τῶν φύλλων ἔμμηνα καὶ δεύτερα ἄγει πινόμενον.