Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 107
Dioscurides Pedianus, De materia medica 107
Not analysed yet
107 φυλλῖτις· φύλλα ἀνίησιν ὅμοια λαπάθῳ ἐπιμηκέστερα δὲ καὶ εὐθαλέστερα, ἓξ ἢ ἑπτά, ὀρθά, λεῖα ἐκ τῶν ἐντός, ἐκ δὲ τῶν ὄπισθεν καθάπερ σκώληκας ἔχοντα λεπτούς, ἐπηρτημένους· φύεται ἐν παλισκίοις καὶ παραδείσοις, γευσαμένῳ στρυφνή· οὔτε δὲ ἄνθος οὔτε καυλὸν οὔτε καρπὸν φέρει. ταύτης τὰ φύλλα μετʼ οἴνου πινόμενα πρὸς ἑρπετοδήκτους ποιεῖ. ἐπὶ τετραπόδων δὲ διὰ στόματος ἐγχυματισθεῖσα βοηθεῖ· πίνεται καὶ πρὸς δυσεντερίαν καὶ διάρροιαν.