Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 106
Dioscurides Pedianus, De materia medica 106-2
Not analysed yet
106 ἄρκιον, οἱ δὲ προσωπίδα, οἱ δὲ προσώπιον καλοῦσιν· ὅμοια τὰ φύλλα ἔχει τοῖς τῆς κολοκύνθης, μείζονα μέντοι καὶ σκληρότερα καὶ μελάντερα, δασέα· ἄκαυλος δὲ ἡ πόα, ῥίζα μεγάλη καὶ λευκή, ἥτις βοηθεῖ ποθεῖσα δραχμῆς μιᾶς πλῆθος μετὰ στροβίλων αἱμοπτυικοῖς καὶ ἐμπυικοῖς· παύει καὶ τὰ ἐκ τῶν λυγισμῶν περὶ τὰ ἄρθρα ἀλγήματα καταπλασσομένη λεία· καὶ τὰ φύλλα δὲ ὠφελίμως ἐπὶ τῶν παλαιῶν ἑλκῶν καταπλάττεται.