Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 110
Dioscurides Pedianus, De materia medica 110
Not analysed yet
110 πόλιον· τὸ μέν ἐστιν ὀρεινόν, ὃ καὶ τεύθριον καλεῖται, οὗ καὶ ἡ χρῆσις. θαμνίον δέ ἐστι λευκόν, λεπτόφυλλον, σπιθαμιαῖον, καρποῦ πλῆρες, ἔχον κεφάλιον ἐπ' ἄκρου κορυμβοειδές, μικρόν, ὡς πολιὰν τρίχα, βαρύοσμον μετὰ ποσῆς εὐωδίας. τὸ δὲ ἕτερον θαμνωδέστερον, οὐχ οὕτως εὔτονον τῇ ὀσμῇ καὶ ἀδρανέστερον κατὰ δύναμιν. δύναται δὲ αὐτῶν τὸ ἀπόζεμα πινόμενον ἀρήγειν θηριοδήκτοις, ὑδρωπικοῖς, ἰκτεριώδεσι, σπληνικοῖς δὲ σὺν ὄξει. ἐστι δὲ κεφαλαλγὲς καὶ κακοστόμαχον· ἄγει δὲ καὶ κοιλίαν καὶ ἔμμηνα. ὑποστρωννύμενον δὲ καὶ θυμιώμενον θηρία διώκει, καταπλασσόμενον δὲ τραύματα κολλᾷ.