Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 10
Dioscurides Pedianus, De materia medica 10
Not analysed yet
10 ἄσαρον, οἱ δὲ νάρδον ἀγρίαν καλοῦσι· φύλλα ἔχει κισσῷ ὅμοια, μαλακώτερα δὲ πολλῷ καὶ στρογγυλώτερα, ἄνθος τῶν φύλλων πρὸς τῇ ῥίζῃ πορφυροῦν, ὑοσκυάμου κυτίνῳ ἐμφερές, ἐφ᾿ ᾧ τὸ σπέρμα ἐοικὸς γιγάρτῳ. ῥίζαι δὲ ὕπεισι πολλαί, γονατώδεις, λεπταί, πλάγιαι, ὅμοιαι ἀγρώστει, ἰσχνότεραι μέντοι πολλῷ καὶ εὐώδεις, θερμαίνουσαι καὶ δάκνουσαι λίαν τὴν γλῶσσαν. δύναμις δὲ αὐτῶν οὐρητική, θερμαντική, ἁρμόζουσα ὑδρωπικοῖς, 2 ἰσχιάδι χρονίᾳ· ἄγουσι δὲ καὶ ἔμμηνα. μετὰ μελικράτου δὲ ποθεῖσαι, πλῆθος ὁλκῆς οὐγγιῶν ἑπτά, ὡς ἐλλέβορος λευκὸς καθαίρουσι· μείγνυνται δὲ καὶ μύροις. φύεται δὲ ἐν ὑποσκίοις ὄρεσι, πλεῖστα δὲ ἐν Πόντῳ καὶ ἐν Φρυγίᾳ καὶ Ἰλλυρίδι καὶ ἐν Οὐεστίνοις τῆς Ἰταλίας.