Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 111
Dioscurides Pedianus, De materia medica 111.1
Not analysed yet
111 σκόρδιον· φύεται ἐν ὀρεινοῖς τόποις καὶ ἑλώδεσι, φύλλα ἔχον ἐοικότα χαμαίδρυϊ, μείζονα δὲ καὶ οὐχ οὕτως ἐντετμημένα τὴν περιφέρειαν, ποσῶς τῇ ὀσμῇ σκορδίζοντα, στυπτικὰ δὲ καὶ ἔμπικρα κατὰ τὴν γεῦσιν· καυλία δὲ τετράγωνα, ἐφ᾿ ὧν ἄνθος ὕπέρυθρον. δύναμιν δὲ ἔχει ἡ πόα θερμαντικήν, διουρητικὴν ποτιζομένη χλωρὰ λεία· καὶ ξηρὰ δὲ ἀφεψομένη σὺν οἴνῳ πρὸς ἑρπετῶν δήγματα καὶ θανάσιμα, πρός τε δηγμοὺς στομάχου καὶ δυσεντερίαν καὶ δυσουρίαν δραχμῶν δυεῖν ὁλκὴ σὺν ὑδρομέλιτι·