Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 111
Dioscurides Pedianus, De materia medica 111.2
Not analysed yet
καθαίρει καὶ πάχος πυῶδες ἐκ θώρακος, ποιεῖ καὶ πρὸς παλαιὰν 2 βῆχα καὶ ῥήγματα καὶ σπάσματα σὺν καρδάμῳ καὶ μέλιτι καὶ ῥητίνῌ ξηρᾷ μιγεῖσα ἐν ἐκλεικτῷ, καὶ ὑποχόνδριον χρονίως φλεγμαῖνον ἀναληφθεῖσα κηρωτῇ παρηγορεῖ. ποιεῖ δὲ καὶ πρὸς ποδάγραν μετ᾿ ὄξους δριμέος περιχριομένη ἢ μεθ᾿ ὕδατος καταπλασσομένη· προστεθεῖσα δὲ ἔμμηνα κινεῖ· καὶ τραύματα κολλᾷ καὶ ἕλκη παλαιὰ ἀνακαθαίρει καὶ ἀπουλοῖ σὺν μέλιτι· ξηρὰ δὲ ὕπερσαρκώματα στέλλει. πίνεται δὲ καὶ τὸ ἐξ αὐτῆς χύλισμα πρὸς τὰ εἰρημένα πάθη· ἐνεργέστατον δέ ἐστι τὸ Ποντικὸν καὶ τὸ Κρητικόν.