Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 112
Dioscurides Pedianus, De materia medica 112.1
Not analysed yet
112 βήχιον· οἱ δὲ πίθιον, οἱ δὲ πήχιον, οἱ δὲ πετρώνιον καλοῦσι. φύλλα ἔχει ὅμοια κισσῷ, μείζονα δέ, ἓξ ἢ ἑπτὰ ἀπὸ τῆς αὐτῆς ῥίζης, ἐκ μὲν τῶν πρὸς τὰ κάτω ἔκλευκα, ἐκ δὲ τῶν πρὸς τὰ ἄνω χλωρά, γωνίας πλείους ἔχοντα, καυλὸν σπιθαμιαῖον, ἄνθος ὠχρὸν κατὰ τὸ ἔαρ· ὀξέως δ᾿ ἀποβάλλει τό τε ἄνθος καὶ τὸ καυλίον, ὅθεν τινὲς ὑπέλαβον ἄκαυλον καὶ ἀνανθῆ ὑπάρχειν τὴν πόαν· ῥίζα λεπτή, ἄχρηστος· φύεται περὶ λιβάδας καὶ ἐνύδρους τόπους.