Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 115
Dioscurides Pedianus, De materia medica 115
Not analysed yet
115 βότρυς· πόα ἐστὶν ὅλη μηλίνη, θαμνοειδής, διακεχυμένη, πολλὰς ἔχουσα μασχάλας· τὸ δὲ σπέρμα ὅλοις τοῖς κλωνίοις περιπέφυκε, φύλλα κιχορίῳ ἐμφερῆ καὶ τὸ σύμπαν εὐῶδες ἱκανῶς· διὸ καὶ ἱματίοις συντίθεται. φύεται δὲ μάλιστα περὶ χαράδρας καὶ χειμάρρους. δύναμιν δὲ ἔχει σὺν οἴνῳ πινομένη ὀρθοπνοίας παργηορητικήν· καὶ τοῦτο δὲ Καππάδοκες ἀμβροσίαν καλοῦσι, τινὲς δὲ ἀρτεμισίαν.