Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 116
Dioscurides Pedianus, De materia medica 116
Not analysed yet
116 γεράνιον· τὸ μὲν φύλλον ὅμοιον ἀνεμώνῃ, ἐσχισμένον, μακρότερον δέ· ῥίζαν δὲ ἔχει στρογγύλην, γλυκεῖαν, ἐσθιομένην, ἥτις ποθεῖσα σὺν οἴνῳ ὅσον δραχμῆς μιᾶς πλῆθος ὑστέρας ἐμπνευματώσεις λύει. καλεῖται δὲ ὐπʼ ἐνίων καὶ ἕτερον γεράνιον, ἔχον καυλία λεπτά, χνοώδη, δισπίθαμα, φύλλα μολόχῃ ἐμφερῆ καὶ ἐπʼ ἄκρων τῶν μασχαλῶν ἐξοχάς τινας ἀνανενευκυΐας, ὡς γεράνων κεφαλὰς σὺν τοῖς ῥάμφεσιν ἢ κυνῶν ὀδόντας. χρῆσις δʼ αὐτοῦ ἐν ἰατρικῇ οὐδεμία.