Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 118
Dioscurides Pedianus, De materia medica 118
Not analysed yet
118 τύφη· φύλλον ἀνίησι κυπερίδι ὅμοιον, καυλὸν δὲ λεῖον, ὁμαλόν, ἐπ ἄκρῳ περικείμενον ἄνθος πυκνόν, ἐκπαππούμενον, ὃ καλοῦσιν ἔνιοι ἀνθήλην. ταύτης τὸ ἄνθος ἀναληφθὲν στέατι παλαιῷ ὑείῳ πεπλυμένῳ κατακαύματα θεραπεύει. φύεται δὲ ἐν ἕλεσι καὶ ὑδροστασίμοις τόποις.