Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 119
Dioscurides Pedianus, De materia medica 119
Not analysed yet
119 κιρκαία· οἱ δὲ διρκαίαν καλοῦσι. τὰ μὲν φύλλα ἔχει στρύχνῳ κηπαίῳ ὅμοια, παραφυάδας δὲ πολλάς, ἄνθη μέλανα, μικρά, πολλά, καρπὸν κεγχροειδῆ ἔν τισιν οἱονεὶ κερατίοις, ῥίζας σπιθαμιαίας τρεῖς ἢ τέσσαρας λευκάς, εὐώδεις, θερμαντικάς· μάλιστα ἐν πετρώδεσι φύεται τόποις καὶ εὐηλίοις. ταύτης ἡ ῥίζα, ὅσον μνᾶς τέταρτον θλασθεῖσα καὶ βραχεῖσα ἡμέραν καὶ νύκτα, ἐν οἴνου γλυκέος κοτύλαις ἓξ ποθεῖσα ἡμέρας τρεῖς ὑστέραν ἀποκαθαίρει· ὁ δὲ καρπὸς γάλα κατασπᾷ ἐν ῥοφήματι λαμβανόμενος.