Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 12
Dioscurides Pedianus, De materia medica 12-3
Not analysed yet
12 στοιβῆς ὁ καρπὸς καὶ τὰ φύλλα στύφει, ὅθεν δυσεντεριῶσι τὸ ἀφέψημα αὐτῶν ἐνίεται· ἐγκλύζεται δὲ καὶ εἰς ὧτα πυορροοῦντα. καταπλασθέντα δὲ τά φύλλα ὠφελεῖ σύγχυσιν ὀφθαλμῶν τὴν ἐκ πληγῆς καὶ αἱμορραγίας ἴσχει.