Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 121
Dioscurides Pedianus, De materia medica 121.1
Not analysed yet
121 κόνυζα· ἡ μέν τις μικρά καλεῖται εὐωδεστέρα οὔσα, ἡ δὲ μείζων, ὑπερέχουσα τῷ θάμνῳ καὶ τοῖς φύλλοις, πλατυτέρα καὶ βαρύοσμος ἀμφότεραι δὲ ἐοίκασι τοῖς φύλλοις ἐλαίᾳ, Εστι δὲ δασέα ταῦτα καὶ λιπαρά· ὕψος δὲ τοῦ καυλοῦ ἡ μὲν μείζων δύο πήχεων ἔχει, ἡ δὲ ἐλάττων ποδός, ἄνθος ψαφαρόν, μήλινον, ὑπόπικρον, ἐκπαππούμενον, ῥίζαι ἄχρηστοι.