Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 120
Dioscurides Pedianus, De materia medica 120
Not analysed yet
120 οἰνάνθη· τὰ μὲν φύλλα ἔχει ὥσπερ σταφυλῖνος, ἄνθη δὲ λευκά, καυλὸν παχύν, σπιθαμιαῖον· καρπὸν δὲ ὥσπερ ἀνδρα|φάξυος, ῥίζαν μεγάλην, κεφαλὰς ἔχουσαν πλείονας, στρογγύλας· φύεται ἐν πέτραις. ταύτης ὁ καρπὸς καὶ ὁ καυλὸς καὶ τὰ φύλλα ποτίζεται πρὸς δευτέρων ἐκβολὴν σύν οἰνομέλιτι, ἡ δὲ ῥίζα πρὸς στραγγουρίας σὺν οἴνῳ.