Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 121
Dioscurides Pedianus, De materia medica 121.2
Not analysed yet
2 δύναται δὲ ὁ θάμνος σὺν τοῖς φύλλοις ὑποστρωννύμενος καὶ θυμιώμενος θηρία διώκειν καὶ κώνωπας ἀπελαύνειν· κτείνει δὲ καὶ ψύλλους. καταπλάσσεται δὲ τὰ φύλλα ὡφελίμως ἐπὶ ἑρπετοδήκτων καὶ φυμάτων καὶ τραυμάτων καὶ σὺν οἴνῳ δὲ πίνεται τὸ ἄνθος καὶ τὰ φύλλα πρὸς καταμηνίων ἀγωγὴν καὶ ἐκβολὴν ἐμβρύων καὶ στραγγουρίαν καὶ στρόφους καὶ ἴκτερον, μετʼ ὄξους δὲ ἐπιληπτικοὺς πινόμενα ὠφελεῖ· καὶ τὸ ἀφέψημα δὲ αὐτῶν ἐν ἐγκαθίσματι τὰ ἐν μήτρᾳ θεραπεύει.