Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 121
Dioscurides Pedianus, De materia medica 121.3
Not analysed yet
3 ὁ δὲ χυλὸς προστεθεὶς ἑκτρωσμοὺς ποιεῖ· ποιεῖ δὲ καὶ πρὸς ῥίγη συγχριομένη ἡ πόα μετʼ ἐλαίου. ἡ δὲ λεπτὴ καὶ κεφαλαλγίας καταπλασσομένη ἰᾶται. γίνεται δὲ καὶ τρίτον εἶδος κονύζης, καυλῷ παχύτερον καὶ μαλακώτερον, τοῖς δὲ φύλλοις μεῖζον τῆς λεπτῆς, ἔλασσον δὲ τῆς μείζονος, οὐ λιπαρόν, βαρυοσμότερον δὲ πολλῷ καὶ ἀηδέστερον καὶ ἀπρακτότερον. φύεται δὲ ἐν ἐφύδροις τόποις.