Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 122
Dioscurides Pedianus, De materia medica 122
Not analysed yet
122 ἡμεροκαλλές, οἱ δὲ ἡμεροκατάλλακτον· φύλλα ἔχει καὶ καυλὸν ὅμοια κρίνῳ, χλωρὰ δὲ ὥσπερ πράσα· ἄνθη δὲ ἐπʼ αὐτῷ τρία ἢ τέσσαρα, τὴν σχίσιν τῳ κρίνῳ ἐοικότα, ὅταν ἄρξηται χάσκειν, τὴν δὲ χρόαν ἰσχυρῶς ὠχράν, ῥίζαν ὁμοίαν βολβῷ, εὐμεγέθη, ἥτις λεία ποθεῖσα καὶ σύν μέλιτι ἐν ἐρίῳ προστεθείσα πεσσός ἐστιν ὑδραγωγὸς καὶ αἱμαγωγός. τὰ δὲ φύλλα λεῖα καταπλασσόμενα φλεγμονάς μαστῶν τάς ἐκ τοκετῶν καὶ ὁφθαλμῶν πραύνει· καταπλάσσεται δὲ ἡ ῥίζα ὡφελίμως καὶ τὰ φύλλα ἐπὶ τῶν πυρικαύτων.