Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 126
Dioscurides Pedianus, De materia medica 126.1
Not analysed yet
126 ὄρχις· οἱ δὲ κυνὸς ὄρχιν καλοῦσι. φύλλα ἔχει κατὰ γῆς ἐστρωμένα περὶ τὸν καυλὸν καὶ τὸν πυθμένα, ἐλαίᾳ μαλακῇ ὅμοια, στενώτερα δὲ καὶ μακρότερα, καυλὸν σπιθαμῆς τὸ μῆκος, ἐφʼ ᾧ ἄνθη πορφυροειδῆ, ῥίζαν βολβοειδῆ, ἐπιμήκη, διπλῆν, στενήν, ὡς ἐλαίαν, τὴν μὲν ἄνω, τὴν δὲ κατωτέρω, καὶ τὴν μὲν πλήρη, τὴν δὲ μαλακὴν καὶ ῥυσήν. ἐσθίεται δὲ ἡ ῥίζα ὡς βολβὸς ἑφθή.