Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 126
Dioscurides Pedianus, De materia medica 126.2
Not analysed yet
καὶ περὶ ταύτης δὲ ἱστορεῖται τὴν μὲν μείζονα ῥίζαν ὑπʼ 2 ἀνδρῶν ἐσθιομένην ἀρρενογονεῖν, τὴν δὲ ἐλάττονα ὑπὸ γυναικῶν θηλυγονεῖν. προσιστορεῖται δʼ ἔτι καὶ τὰς ἐν Θεσσαλίᾳ γυναῖκας τὸν μὲν ἁπαλὸν βλαστὸν μετὰ αἰγείου γάλακτος ποτίζειν ὡς ἀφροδίσια συνιστάντα, τὸν δὲ ξηρὸν πρὸς ἐπίσχεσιν καὶ ἔκλυσιν τῶν ἀφροδισίων, ἀναλύεσθαί τε τὸν ἕτερον ὑπὸ τοῦ ἑτέρου ἐπιπινομένου. φύεται δὲ ἐν λιθώδεσι καὶ ἀμμώδεσι τόποις.