Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 125
Dioscurides Pedianus, De materia medica 125
Not analysed yet
125 φύλλον· φύεται ἐν πέτραις· τὸ μὲν θηλυγόνον λεγόμενον ὥσπερ βρύον, ἔχον χλωρότερον ἐλαίας τὸ φύλλον, καυλὸν δὲ λεπτόν, βραχύν, ῥίζαν λεπτήν, ἄνθος λευκόν, καρπὸν μικρὸν ὥσπερ μήκωνος. τὸ δὲ ἀρρενογόνον τὰ μὲν ἄλλα ὅμοιον τῷ προειρημένῳ, καρπῷ δὲ διαφέρει· ἔχει γὰρ ὅμοιόν τι ἄρτι ἐξηνθηκυΐᾳ ἐλαίᾳ, βοτρυῶδες. λέγεται δὲ τὸ ἀρρενογόνον ποθὲν ἀρσενοτοκεῖν, τὸ δὲ θηλυγόνον θηλυτοκεῖν. ἱστορεῖ περὶ τούτων Κρατεύας ἐμοὶ δὲ δοκεῖ τὰ τοιαῦτα μέχρις ἱστορίας ἐρεῖν.