Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 127
Dioscurides Pedianus, De materia medica 127
Not analysed yet
127 ὄρχις ἕτερος, ὃν σεραπιάδα ἔνιοι καλοῦσιν ὡς καὶ Ἀνδρέας διὰ τὸ πολύχρηστον τῆς ῥίζης. φύλλα ἔχει ἐοικότα πράσῳ, ἐπιμήκη, πλατύτερα δὲ καὶ λιπαρά, καυλὸν σπιθαμῆς, ἄνθη δὲ ὑποπόρφυρα. ῥίζα δὲ ὕπεστιν ὀρχιδίοις ὁμοία, ἥτις δύναμιν ἔχει καταπλασσομένη οἰδημάτων διασκεδαστικὴν καὶ ἑλκῶν ἀνακαθαρτικὴν καὶ ἕρπητος ἐφεκτικήν· ἀνασκευάζει δὲ καὶ σύριγγας καὶ τὰ φ. λεγμαίνοντα παρηγορεῖ καταπλασσομένη. ξηρὰ δὲ νομάς ἵστησι καὶ σηπεδόνας καὶ τὰ ἐν στόματι κακοήθη ἰᾶται· ἵστησι δὲ καὶ κοιλίαν ἐν οἴνῳ ποθεῖσα. ἱστορεῖται δὲ καὶ περὶ ταύτης, ὅσα καὶ περὶ τῆς τοῦ κυνὸς ὄρχεως.