Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 128
Dioscurides Pedianus, De materia medica 128.1
Not analysed yet
128 σατύριον· οἱ δὲ τρίφυλλον καλοῦσιν, ἐπειδὴ ὡς τὸ πολύ φύλλα τρία φέρει ὡς ἐπὶ τὴν γῆν κεκλασμένα, λαπάθῳ ἢ κρίνῳ ὅμοια, ἐλάττονα μέντοι καὶ ἐνερευθῆ, καυλὸν δὲ ψιλόν, μαλακόν, ὡς πήχεως, ἄνθος κρινοειδές, λευκόν, ῥίζαν δὲ βολβοειδῆ, ὅσον μῆλον, πυρράν, τὰ δὲ ἐντὸς λευκὴν ὥσπερ ᾠόν, γευομένῳ γλυκεῖαν |καὶ εὔστομον. ταύτην δεῖ πίνειν ἐν οἴνῳ μέλανι αὐστηρῷ πρὸς ὀπισθότονον καὶ συνουσίαν φασὶ παρορμᾶν.