Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 128
Dioscurides Pedianus, De materia medica 128.2
Not analysed yet
λέγεται δὲ καὶ ἐρυθραϊκὸν σατύριον, ἔχον σπέρμα λινοσπέρμῳ 2 ἐμφερές, μεῖζον δὲ καὶ στίλβον καὶ λεῖον καὶ ῥωμαλέον, ὅπερ ἱστορεῖται καὶ αὐτὸ συνουσίας ἐγείρειν ὥσπερ ὁ σκίγκος. ἔστι δὲ τῆς ῥίζης αὐτοῦ ὀ μὲν φλοιὸς ὕπισχνος καὶ πυρρός, τὸ δὲ ἔνδοθεν λευκόν, γευομένῳ εὔστομον καὶ γλυκύ. φύεται ἐν εὐηλίοις καὶ ὀρεινοῖς τόποις. ἱστορεῖται δὲ ὅτι καὶ εἰς τὴν χεῖρα ληφθεῖσα ἡ ῥίζα ἐρεθίζει πρὸς ἀφροδίσια, σύν οἴνῳ δὲ ποθεῖσα μᾶλλον.