Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 129
Dioscurides Pedianus, De materia medica 129
Not analysed yet
129 ὅρμινον· πόα ἐστὶν ἐμφερὴς πρασίῳ τοῖς φύλλοις, καυλὸς δὲ τετράγωνος, ἡμιπηχυαῖιος, περὶ ὅν ἐξοχαὶ ὅμοιαι λοβοῖς, ὡς ἐπὶ τὴν ῥίζαν νενευκυῖαι, ἐν αἷς σπέρμα διάφορον· ἐπὶ μὲν γάρ τοῦ ἀγρίου στρογγύλον εὑρίσκεται καὶ φαιόν, ἐπὶ δὲ τοῦ ἑτέρου ἐπίμηκες καὶ μέλαν, σὗπερ καὶ ἡ χρῆσις. δοκεῖ δὲ καὶ τοῦτο σύν οἴνῳ πινόμενον συνουσίαν παρορμᾶν. ἀποκαθαίρει δὲ σύν μέλιτι ἄργεμα, λευκώματα, καταπλασθὲν δὲ μεθʼ ὕδατος οἰδήματα διαφορεῖ καὶ σκόλοπας ἐπισπᾶται· καὶ ἡ πόα δὲ καταπλασθεῖσα τὰ αὐτὰ ποιεῖ, τὸ δέ ἄγριον ἰσχυροτέραν ἔχει δύναμιν, ὅθεν μείγνυται καὶ συγχρίσμασι, μάλιστα δὲ τῷ γλευκίνῳ.