Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 131
Dioscurides Pedianus, De materia medica 131
Not analysed yet
131 ὄνοσμα· οἱ δὲ ὀσμάδα, οἱ δὲ φλονῖτιν, οἱ δὲ ὄνωνιν καλοῦσι. τὰ μὲν φύλλα ἔχει ὅμοια τοῖς τῆς ἀγχούσης, προμήκη, μαλακά, ὡς τετραδάκτυλα τὸ μῆκος, τὸ δὲ πλάτος δακτύλου, ἐπὶ γῆς κατεστρωμένα ἐμφερέστατα τοῖς τῆς ἀγχούσης. ἐστι δὲ ἄκαυλος καὶ ἄκαρπος καὶ ἀνανθής· ῥιζίον δὲ ὑπόμηκες ὕπεστιν, ἀσθενές, λεπτόν, ἐνερευθὲς ἡσυχῆ. φύεται ἐν τραχέσι τόποις. τούτου τὰ φύλλα ἐν οἴνῳ ποθέντα ἔμβρυα ἄγει· φασὶ δὲ ὅτι, κάν ἔγκυος ὑπερβῇ τὴν πόαν, ἐκτιτρώσκει.