Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 132
Dioscurides Pedianus, De materia medica 132.1
Not analysed yet
132 νυμφαία· φύεται ἐν ἕλεσι καὶ ὕδασι στασίμοις. φύλλα δὲ ἔχει ὅμοια κιβωρίῳ, μικρότερα δὲ καὶ ἐπιμηκέστερα, ποσῶς ὑπερέχοντα τοῦ ὕδατος, τὰ δὲ καὶ ἐν αὐτῷ τῳ ὕδατι, πλείονα ἐκ τῆς αὐτῆς ῥίζῃς, ἄνθος δὲ λευκόν, ὅμοιον κρίνῳ, ἔχον κροκῶδες τὸ μέσον· ὅταν δὲ ἀπανθήσῃ, στρογγύλον, μήλῳ παραπλήσιον τῇ περιφερείᾳ γίνεται ἤ μήκωνος κεφαλῇ, μέλαν, ἐν ᾧ καρπὸς πλατύς, πυκνός, γευομένῳ γλίσχρος· ὁ δὲ καυλὸς λεῖος, οὐ παχύς, μέλας, ὅμοιος τῳ τοῦ κιβωρίου, ῥίζα μέλαινα, τραχεῖα, ὁοπαλοειδής, ἥτις τέμνεται φθινοπώρῳ.