Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 132
Dioscurides Pedianus, De materia medica 132.2
Not analysed yet
ξηρά δὲ ποθεῖσα κοιλιακοὺς καὶ δυσεντερικοὺς ὠφελεῖ σὺν οἴνῳ 2 καὶ σπλῆνα τήκει· καταπλάσσεται δὲ πρὸς στομάχου καὶ κύστεως ἀλγήματα ἡ ῥίζα καὶ ἀλφούς σμήχει σύν ὕδατι, ἀλωπεκίας τε σύν πίσσῃ ἐπιτεθεῖσα ἰᾶται. πίνεται δὲ ἡ ῥίζα καὶ πρὸς ὀνειρωγμούς· πραύνει τε γὰρ τούτους ἀτονίαν τε ἐργάζεται αἰδοίου πρὸς ὀλίγας ἡμέρας, εἴ τις ἐνδελεχῶς πίνοι· ταὐτὰ δὲ ποιεῖ καὶ τὸ σπέρμα ποθέν.