Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 132
Dioscurides Pedianus, De materia medica 132.3
Not analysed yet
3 δοκεῖ δὲ ὠνομάσθαι ἀπὸ νυμφῶν διὰ τὸ ἔνυδρον αὐτὴν φιλεῖν τόπον· εὑρίσκεται δὲ πολλὴ ἐν Ἤλιδι ἐπὶ τοῦ Ἀνίγρου ποταμοῦ καὶ τῆς Βοιωτίας ἐν Ἁλιάρτῳ. γίνεται καὶ ἄλλη νυμφαία, φύλλα ἔχουσα ὅμοια τῇ προειρημένῃ, ῥίζαν μέντοι λευκὴν καὶ τραχεῖαν, ἄνθος μήλινον, στίλβον, ὅμοιον ῥόδῳ. ποιεῖ δὲ ἡ ῥίζα καὶ τὸ σπέρμα πρὸς ῥοῦν γυναικεῖον ἐν οἴνῳ μέλανι πινόμενα. φύεται δὲ ἐν τοῖς περὶ Θεσσαλίαν τόποις κατὰ τὸν Πηνειὸν ποταμόν.