Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 136
Dioscurides Pedianus, De materia medica 136
Not analysed yet
136 ἀνθυλλίς· δισσή. ἡ μὲν γάρ τις φακῷ παραπλήσια φύλλα ἔχει καὶ κλωνία σπιθαμῆς τὸ ὕψος, ὀρθὰ δὲ καὶ τὰ φύλλα μαλακά· ῥίζα δὲ λεπτή, μικρά. φύεται ἐν ὑφάμμοις τόποις καὶ εὐηλίοις, γευομένῳ ὕφαλμος. ἡ δʼ ἕτέρα χαμαιπίτυῖ τὰ φύλλα καὶ τὰ κλωνία ἔοικε, δασύτερα μέντοι καὶ βραχύτερα· τὸ δʼ ἄνθος πορφυροῦν, βαρύοσμον ἰσχυρῶς, ῥίζα ὥσπερ κιχορίου. δόναται δὲ ἰσχυρῶς δυσουροῦσι καὶ νεφριτικοῖς βοηθεῖν 2 πινομένη πλῆθος δραχμῶν τεσσάρων. ἐκμαλάσσουσι δὲ φλεγμονάς τάς ἐν ὑστέρᾶ λεῖαι σύν ῥοδίνῳ καὶ γάλακτι προστιθέμεναι· ἰῶνται δὲ καὶ τραύματα. ἡ δὲ τῇ χαμαιπίτυϊ ὁμοία μετὰ τῶν ἄλλων καὶ ἐπιληπτικῶν βοήθημα σύν ὀξυμέλιτι πινομένη|.