Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 137
Dioscurides Pedianus, De materia medica 137.1
Not analysed yet
137 ἀνθεμίς· οἱ δὲ λευκάνθεμον, οἱ δὲ ἠράνθεμον, ἐπεὶ ἔαρος ἀνθεῖ, οἱ δὲ χαμαίμηλον διὰ τὴν πρὸς τὰ μῆλα ὁμοιότητα τῆς ὀσμῆς, οἱ δὲ μηλάνθεμον, οἱ δὲ χρυσοκαλλίαν, οἱ δὲ καλλίαν καλοῦσι. ταύτης εἴδη τρία, ἄνθεσι μόνον διαφέροντα· κλῶνες σπιθαμιαῖοι, θαμνοειδεῖς, μασχάλας ἔχοντες πολλάς, φυλλάρια μικρά, λεπτά, κεφάλια περιφερῆ, ἔνδοθεν μὲν λευκὸν καὶ χρυσίζον ἀνθύλλιον ἔχοντα, ἔωθεν δὲ περίκειται κυκλοτερῶς λευκὰ ἢ μήλινα ἢ πορφυρᾶ φυλλάρια κατὰ μέγεθος πηγάνου. φύεται δὲ ἐν τόποις τραχέσι καὶ παρά τὰς ὁδούς, συλλέγεται δὲ ἔαρος.