Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 137
Dioscurides Pedianus, De materia medica 137.2
Not analysed yet
2 δύναμιν δὲ ἔχουσιν αἱ ῥίζαι καὶ τὰ ἄνθη καὶ ἡ βοτάνη θερμαντικήν, λεπτυντικήν· πινόμεναι δὲ καὶ ἐγκαθιζόμεναι ἄγουσι καταμήνια καὶ ἔμβρυα καὶ λίθους καὶ οὖρα· ποτίζονται δὲ καὶ πρὸς ἐμπνευματώσεις καὶ εἰλεούς, καὶ ἴκτερον δὲ ἀποκαθαίρουσι καὶ ἡπατικοὺς ἰῶνται· καὶ τὸ ἀφέψημα δὲ αὐτῶν εἰς πυρίας λαμβάνεται τάς πρὸς κύστιν. πρακτικώτερον δὲ τοῖς λιθιῶσι τὸ πορφνρανθές, ὅπερ τοῖς ὅλοις ἐστὶ μεῖζον, ἰδίως ἠράνθεμον καλούμενον τὸ λευκάνθεμον δὲ καλούμενον οὐρητικώτερον καὶ τὸ χρυσάνθεμον. θεραπεύουσι δὲ καὶ αἰγιλώχαμαίμηλον· πια καταπλασσόμεναι, διαμασώμεναι δὲ καὶ ἄχθος ἰῶνται.