Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 137
Dioscurides Pedianus, De materia medica 137.3
Not analysed yet
χρῶνται δέ τινες καὶ συναλείμματι μετʼ ἐλαίου λειοτριβοῦντες 3 αὐτὴν πρὸς ἀνασκευὴν τῶν περιοδικῶν πυρετῶν. ἀποτίθεσθαι δὲ δεῖ τὰ φύλλα καὶ τὰ ἄνθη, ἕκαστον αὐτῶν κόπτοντας ἰδίᾳ καὶ ἀναλαμβάνοντας εἰς τροχίσκους, τὴν δὲ ῥίζαν ξηραίνοντας· χρείας δὲ ἐπιγενομένης διδόναι ὁτὲ μὲν τοῦ ἄνθους τὸ διπλάσιον, ἓν δὲ τῆς βοτάνης ἢ τῆς ῥίζης, ὁτὲ δὲ τοὐναντίον τοῦ ἄνθους μέρος ἐν, τῆς δὲ βοτάνης δύο ἐναλλὰξ διπλασιάζοντας παῤ ἡμέραν πίνειν δὲ δεῖ ἐν οἰνομέλιτι κεκραμένῳ.