Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 138
Dioscurides Pedianus, De materia medica 138
Not analysed yet
138 παρθένιιον· οἱ δὲ ἀμάρακον, οἱ δὲ λευκάνθεμον καὶ τοῦτο καλοῦσι. φύλλα ἔχει κορίῳ ὅμοια, ἄνθη δὲ κύκλῳ λευκά, τὸ δὲ μέσον μήλινον, ὀσμῇ ὑπόβρωμον, τῇ δὲ γεύσει πικρίζον. δύναται δὲ ξηρὰ σύν ὀξυμέλιτι ἢ σύν ἁλσὶ ποθεῖσα ὡς τὸ ἐπίθυμον φλέγμα καὶ χολὴν ἄγειν κάτω καὶ τούς ἀσθματικοὺς ὠφελεῖ καὶ μελαγχολικούς. ἡ δὲ πόα χωρὶς τοῦ ἄνθους ὠφελίμμως ἐπὶ λιθιώντων καὶ ἀσθματικῶν ποτίζεται, τὸ δὲ ἀφέψημα α'υῆς ἐγκάθισμα ὑστέας ἐσκληρυσμένης καὶ φλεγμαινούσης. καταπλάσσεται δὲ καὶ πρὸς ἐρυσιπέλατα καὶ φλεγμονὰς σὺν τοῖς ἄνθεσιν.