Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 139
Dioscurides Pedianus, De materia medica 139
Not analysed yet
139 βούφθαλμον, οἱ δὲ κάχλαν καλοῦσι. καυλὸν ἀναφέρει τρυφερόν, φύλλα δὲ μαράθῳ ὅμοια, ἄνθη μήλινα, μείζονα τῆς ἀνθεμίδος, ὀφθαλμοειδῆ, ὅθεν καὶ ὠνόμασται. φύεται περὶ τάς πόλεις. ταύτης τὰ ἄνθη λεῖα σύν κηρωτῇ οἰδήματα καὶ σκληρίας διαχεῖ φασὶ δὲ ὅτι ἐν βαλανείῳ μετὰ τὸ ἐξελθεῖν τῆς μάκτρας πινόμενον εὔχροιαν περιποιεῖ πρὸς χρόνον τινὰ τοῖς ἰκτεριῶσιν.