Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 15
Dioscurides Pedianus, De materia medica 15.1-2
Not analysed yet
15 τρίβολος· ὁ μὲν χερσαῖος ἀνδράχνη τὰ φύλλα ἔοικε, λεπτότερα δέ, καὶ τὰ κλήματα μακρά, κατά γῆς ἐστρωμένα, καὶ πρὸς αὐτοῖς ἄκανθαι στρυφναί, σκληραί· φύεται παρὰ ποταμοῖς καὶ οἰκοπέδοις. ἐστι δέ τις καὶ ἔνυδρος ἐν ποταμοῖς φυόμενος, ὑπερέχων τὴν κόμην, τὴν δὲ ἄκανθαν κρύπτων· φύλλα πλατέα, μόσχον ἔχοντα μακρόν, καυλὸς δὲ ἐξ ἄκρου παχύτερος, μᾶλλον τοῦ ἐν βάθει· πρόσεστι δὲ καὶ τριχώδη τινὰ ἀποπεφυκότα, σταχυοειδῆ καρπὸς σκληρὸς ὡς καὶ θἀτέρου.