Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 141
Dioscurides Pedianus, De materia medica 141
Not analysed yet
141 λιθόσπερμον· οἱ δὲ ἀετώνυχον, οἱ δὲ ἐξώνυχον, οἱ δὲ σιὸς πυρόν, οἱ δὲ Ἡρακλείαν διὰ τὴν περὶ τὸ σπέρμα ἰσχύν καλοῦσι. φύλλα ἔχει ὅμοια ἐλαίας, μακρότερα δὲ καὶ πλατύτερα καὶ μαλκώτερα καὶ τά περὶ τὸν πυθμένα ἐπὶ γῆς κείμενα, κλωνία δὲ ὀρθά, λεπτά, πάχος ὀξυσχοίνου, στερεά, ξυλώδη, ἐπὶ δὲ τῶν ἄχρων αὐτῶν δίχηλος ἔχφυσις καυλοειδής, ἔχουσα φύλλα μικρά, παρʼ οἷς σπέρμα λιθῶδες, στρογγύλον, γύλον, λευκόν, ὀρόβῳ μικρῷ ἴσον· φύεται ἐν τραχέσι τόποις καὶ ὑψηλοῖς. δύναμιν δὲ ἔχει τὸ σπέρμα μετʼ οἴνου λευκοῦ πινόμενον λίθους θρύπτειν καὶ οὖρα ἄγειν.