Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 146
Dioscurides Pedianus, De materia medica 146.3
Not analysed yet
3 ὁ δὲ καρπὸς χλωρός τε καὶ ξηρὸς λεῖος καταχρισθεὶς σύν ὄξει ἐν ἡλίῳ σμηκτικός ἐστιν ἀλφῶν, μετʼ ὀξελαίου δὲ σύγχρισμα προφυλακτικὸν ἰοβόλων· ποιεῖ δὲ καὶ πρὸς δυσεντερίαν, ὰἵματος ἀναγωγήν, διάρροιαν. τὸ δὲ ἀφέψημα τοῦ σπέρματος πινόμενον καὶ πρὸς μελισσῶν καὶ τῶν λεπτῶν θηρίων πληγάς πάντων ἐν ὀξυδράτῳ ποθὲν ἡ ἐν οἴνῳ· καὶ τὰ φύλλα δὲ μετʼ ἐλαίου ὀλίγου καταπλάσσεται ἐπὶ τῶν δηγμάτων καὶ ἐπὶ πυρικαύτων. πήγνυσι δὲ ἡ ῥίζα καὶ ὕδωρ μιγεῖσα λεία καὶ συνεξαιθριασθεῖσα.