Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 147
Dioscurides Pedianus, De materia medica 147
Not analysed yet
147 ἀλκαίας· καὶ αὕτη εἶδός ἐστιν ἀγρίας μολόχης, ἔχουσα φύλλα ἐπεσχισμένα πρὸς τὰ τῆς ἱερᾶς βοτάνης, καυλούς τρεῖς ἤ τέσσαρας, φλοιὸν ἔχοντας καννάβει παραπλήσιον, ἄνθος μικρόν, ἐμφερὲς ῥόδῳ, ῥίζας λευκάς, πλαγίας, πέντε ἢ ἔξ, ὅσον πήχεως, αἴτινες ἐν οἴνῳ ἤ ὕδατι πινόμεναι δυσεντερίαν καὶ ῥήγματα ἰῶνται.