Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 149
Dioscurides Pedianus, De materia medica 149
Not analysed yet
149 ἡ δὲ ἀγρία κάνναβις ῥαβδία φέρει ὄμοια τοῖς τῆς πτελέας, μελάντερα δὲ καὶ μικρότερα, τὸ ὕψος πήχεως· τὰ φύλλα ὅμοια τῇ ἡμέρᾳ, τραχύτερα δὲ καὶ μελάντερα, ἄνθη ὑπέρθυρα, λυχνίδι ἐμφερῆ, σπέρμα δὲ καὶ ῥίζα ὅμοια τῇ ἀλθαίᾳ. δύναται δὲ ἡ ῥίζα καταπλασθεῖσα ἑφθὴ φλεγμονὰς παρηγορεῖν καὶ πώρους διαχεῖν· καὶ ὁ ἀπʼ αὐτῆς δὲ φλοιὸς εὐθετεῖ εἰς πλοκὴν σχοινίων.