Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 15
Dioscurides Pedianus, De materia medica 15-2
Not analysed yet
15 ποτίρριον· οἱ δὲ φρύνιον, Ἴωνες δὲ νευράδα, οἱ δὲ ἀκιδωτὸν καλοῦσι. θάμνος ἐστὶ μέγας, κλῶνας ἔχων μακρούς, μαλακούς, ἱμαντώδεις, λεπτούς, ἐμφερεῖς τραγακάνθῃ, φύλλα μικρά, περιφερῆ —ὅλος δὲ ὁ θάμνος περίκειται πολύν χνοῦν ἐριώδη· ἐστι δὲ ἀκανθώδης —ἄνθη μικρά, χλωρά, καρπὸν δὲ γευομένῳ εὐώδη καὶ δριμύν, ἄχρηστον. φύεται δʼ ἐν ἀμμώδεσι καὶ γεωλόφοις χωρίοις. 2 ῥίζαι δὲ ὕπεισι πήχεων δύο ἢ τριῶν ἰσχυραί, νευρώδεις, αἵτινες πρὸς τῇ γῇ ἀποτμηθεῖσαι ἀνιᾶσι δάκρυον κόμμει ὁμοιον. κοπεῖσαι δὲ καὶ ἐπιπλασθεῖσαι νεύρων διακοπάς καὶ τραύματα κολλῶσι· καὶ τὸ ἀφέψημα δὲ αὐτῆς ταῖς περὶ νεῦρα διαθέσεσι πινόμενον ἁρμόζει.