Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 16
Dioscurides Pedianus, De materia medica 16
Not analysed yet
16 ἀκάνθιον· ἐμφερῆ τὰ φύλλα ἔχει τῇ λευκῇ ἀκάνθῃ· ἐπʼ ἄκρῳ δὲ ἔχει ἀκανθώδεις ἐξοχάς, καθʼ ἃς ἀραχνοειδής ἐστι χνοῦς, οὖ συλλεγομένου ὑφήν τινα βομβυκοειδῆ γίνεσθαί. ταύτης ἡ ῥίζα καὶ τὰ φύλλα ὀπισθοτόνῳ βοηθεῖ πινόμενα.