Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 15
Dioscurides Pedianus, De materia medica 15.2-2
Not analysed yet
ἀμφότεροι δὲ ψύχουσι, στύφουσιν εἰσὶ δὲ πάσης φλεγμονῆς 2 καταπλάσματα, σὺν μέλιτι δὲ ἄφθας καὶ τἀς ἐν στόματι σηπεδόνας καὶ παρίσθμια καὶ οὖλα θεραπεύουσι. χυλίζονται δὲ καὶ εἰς ὀφθαλμικά· ὁ δὲ καρπὸς αὐτῶν χλωρὸς καὶ λιθιῶντας πινόμενος ὠφελεῖ. τοῦ δὲ χερσαίου ὅσον δραχμὴ μία πινομένη καὶ καταπλασσομένη τοὺς ἐχιοδήκτους ἀποκαθίστησιν, ἁρμόζει καὶ θανασίμοις μετʼ οἴνου πινόμενος· κτείνει δὲ καὶ ψύλλους τὸ ἀπόζεμα αὐτοῦ ῥανθέν. οἱ δὲ περὶ τὸν Στρυμόνα ποταμὸν Θρᾷκες τῇ μὲν πόᾳ χλωρᾷ ἱπποτροφοῦσι, τὸν δὲ καρπόν, ὄντα γλυκὺν καὶ τρόφιμον σιτοποιοῦσι χρώμενοι αὐτῷ ἀντὶ ἄρτου.