Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 16
Dioscurides Pedianus, De materia medica 16-2
Not analysed yet
16 λειμώνιον· οἱ δὲ νευροειδές. τὰ μὲν φύλλα ἔχει ὅμοια τεύτλῳ, λεπτότερα δὲ καὶ μικρότερα, δέκα ἤ πλείω, καυλὸν δὲ λεπτόν, ὄρθιον ὥσπερ κρίνου, γέμοντα καρποῦ ἐρυθροῦ, στύφοντος πρὸς τὴν γεῦσιν. δύναται δὲ ὁ καρπὸς λεῖος σὺν οἴνῳ ποθεὶς ὀξυβάφου πλῆθος δυσεντερικούς |καὶ κοιλιακοὺς ὠφελεῖν, ῥοῦν τε ἐρυθρὸν ἵστησι. φύεται δὲ ἐν λειμῶσι καὶ ἑλώδεσι τόποις.