Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 155
Dioscurides Pedianus, De materia medica 155
Not analysed yet
155 ἄσκυρον· οἱ δὲ ἀσκυροειδές, οἱ δὲ ἀνδρόσαιμον. καὶ τοῦτο εἶδός ἐστιν ὑπερικοῦ μεγέθει διαφέρον, κλωσὶ μεῖζον, φρυγανωδέστερον δὲ καὶ πεφοινιγμένον· ἄνθη δὲ μήλινα φέρει, καρπὸν ὅμοιον ὑπερικῷ, ὄζοντα ῥητίνης καὶ ἐν τῳ παρατριβῆναι οἱονεὶ αἱμάσσοντα τούς δακτύλους, ὡς διὰ τοῦτο ἀνδρόσαιμον καλεῖσθαι. ποιεῖ δὲ καὶ ὁ τούτου καρπὸς πρὸς ἰσχιάδας πινόμενος μεθʼ ὑδρομέλιτος κοτυλῶν δυεῖν ἄγει δὲ χολώδη καὶ κόπρια πολλά· συνεχῶς δὲ δεῖ διδόναι, ἄχρι ἄν ὑγιασθῶσι. ποιεῖ καὶ πρὸς πυρίκαυτα ἐπιπλασθεῖσα.